Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.12 | Dem. 55.17 (English) | >>Dem. 55.19 |
55.15ἀκούετʼ , ὦ ἄνδρες Ἀθηναῖοι , τῶν μαρτυριῶν . ἆρʼ ὑμῖν δοκοῦσι διαρρήδην μαρτυρεῖν , καὶ χωρίον εἶναι δένδρων μεστὸν καὶ μνήματʼ ἔχειν τινὰ καὶ τἄλλʼ ἅπερ καὶ τοῖς ἄλλοις χωρίοις συμβέβηκεν , καὶ πάλιν ὅτι περιῳκοδομήθη τὸ χωρίον ζῶντος μὲν ἔτι τοῦ τούτων πατρός , οὐκ ἀμφισβητούντων δʼ οὔτε τούτων οὔτʼ ἄλλου τῶν γειτόνων οὐδενός ;
ἄξιον δʼ , ὦ ἄνδρες δικασταί , καὶ περὶ τῶν ἄλλων ὧν εἴρηκε Καλλικλῆς ἀκοῦσαι . καὶ σκέψασθε πρῶτον μέν , εἴ τις ὑμῶν ἑόρακεν ἢ ἀκήκοεν πώποτε παρʼ ὁδὸν χαράδραν οὖσαν . οἶμαι γὰρ ἐν πάσῃ τῇ χώρᾳ μηδεμίαν εἶναι · τοῦ γὰρ ἕνεκʼ <ἄν >, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον , τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις ;
55.17ἔπειτα τίς ἂν ὑμῶν εἴτʼ ἐν ἀγρῷ νὴ Δίʼ εἴτʼ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ χωρίον ἢ τὴν οἰκίαν δέξαιτʼ ἂν αὑτοῦ ; ἀλλʼ οὐκ αὐτὸ τοὐναντίον , κἂν βιάσηταί ποτε , ἀποφράττειν ἅπαντες καὶ παροικοδομεῖν εἰώθαμεν ; οὗτος τοίνυν ἀξιοῖ μʼ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ εἰσδεξάμενον εἰς τὸ ἐμαυτοῦ χωρίον , ὅταν τὸ τούτου παραλλάξῃ χωρίον , πάλιν εἰς τὴν ὁδὸν ἐξαγαγεῖν . οὐκοῦν πάλιν ὁ μετὰ τοῦτόν μοι γεωργῶν τῶν γειτόνων ἐγκαλεῖ · τὸ γὰρ ὑπὲρ τούτου δίκαιον δῆλον ὅτι κἀκείνοις ὑπάρξει πᾶσι λέγειν .
55.16
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.12 | Dem. 55.17 (English) | >>Dem. 55.19 |